previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ χρόνων ζωῆς Τῶν δὲ μετὰ τὴν γένεσιν συμπτωμάτων ἡγεῖται μὲν περὶ χρόνων ζωῆς λόγος, ἐπειδήπερ κατὰ τὸν ἀρχαῖον γέλοιόν ἐστι τὰ καθ̓ ἕκαστα τῶν ἀποτελουμένων ἐφαρμόζειν τῷ μηδ̓ ὅλως ἐκ τῆς τῶν βιωσίμων ἐτῶν ὑποστάσεως ἐπὶ τοὺς ἀποτελεστικοὺς αὐτῶν χρόνους ἥξοντι. θεωρεῖται δὲ οὗτος οὐχ ἁπλῶς οὐδ̓ ἀπολελυμένως, ἀλλ̓ ἀπὸ τῆς τῶν κυριωτάτων τόπων ἐπικρατήσεως πολυμερῶς λαμβανόμενος. ἔστι δ̓ μάλιστά τε συμφωνῶν ἡμῖν καὶ ἄλλως ἐχόμενος φύσεως τρόπος τοιοῦτος. ἤρτηται μὲν γὰρ τὸ πᾶν ἔκ τε τῆς τῶν ἀφετικῶν τόπων διαλήψεως καὶ ἐξ αὐτῶν τῶν τῆς ἀφέσεως ἐπικρατούντων καὶ ἔτι ἐκ τῆς τῶν ἀναιρετικῶν τόπων ἀστέρων. διακρίνεται δὲ τούτων ἕκαστον οὕτως. [p. 272] Τόπους μὲν πρῶτον ἡγητέον ἀφετικοὺς ἐν οἷς εἶναι δεῖ πάντως τὸν μέλλοντα τὴν κυρίαν τῆς ἀφέσεως λαμβάνειν, τό τε περὶ τὸν ὡροσκόπον δωδεκατημόριον ἀπὸ πέντε μοιρῶν τῶν προαναφερομένων αὐτοῦ τοῦ ὁρίζοντος μέχρι τῶν λοιπῶν καὶ ἐπαναφερομένων εἴκοσι πέντε μοιρῶν, καὶ τὰς ταύταις ταῖς λ μοίραις δεξιὰς ἑξαγώνους τε τοῦ ἀγαθοῦ δαίμονος, καὶ τετραγώνους τοῦ ὑπὲρ γῆν μεσουρανήματος, καὶ τριγώνους τοῦ καλουμένου θεοῦ, καὶ διαμέτρους τοῦ δύνοντος: προκρινομένων καὶ ἐν τούτοις εἰς δύναμιν ἐπικρατήσεως πρῶτον μὲν τῶν κατὰ τὸ ὑπὲρ γῆν μεσουράνημα ἑστώτων, εἶτα τῶν κατὰ τὴν ἀνατολήν, εἶτα τῶν κατὰ τὴν ἐπαναφορὰν τοῦ μεσουρανήματος, εἶτα τῶν κατὰ τὸ δύνον, εἶτα τῶν κατὰ τὸ προηγούμενον τοῦ μεσουρανήματος. τό τε γὰρ ὑπὸ γῆν πᾶν εἰκότως ἀθετητέον πρὸς τὴν τηλικαύτην κυρίαν, πλὴν μόνον τῶν παῤ αὐτὴν τὴν ἀναφορὰν εἰς φῶς ἐρχομένων, τοῦ τε ὑπὲρ γῆν οὔτε τὸ ἀσύνδετον τῷ ἀνατέλλοντι δωδεκατημόριον ἁρμόζει παραλαμβάνειν [p. 274] οὔτε τὸ προανατεῖλαν, καὶ καλεῖται κακοῦ δαίμονος, ἐπειδήπερ κακοῖ τὴν ἐπὶ τὴν γῆν ἀπόρροιαν τῶν ἐν αὐτῷ ἀστέρων μετὰ τοῦ καὶ ἀποκεκλικέναι: θολοῖ τε καὶ ὥσπερ ἀφανίζει τὸ ἀναθυμιώμενον ἐκ τῶν τῆς γῆς ὑγρῶν παχὺ καὶ ἀχλυῶδες παῤ καὶ τοῖς χρώμασι καὶ τοῖς μεγέθεσιν οὐ κατὰ φύσιν ἔχοντες φαίνονται. Μετὰ δὲ ταῦτα πάλιν ἀφέτας παραληπτέον τούς τε κυριωτάτους δ τόπους ἥλιον, σελήνην, ὡροσκόπον, κλῆρον τύχης καὶ τοὺς τούτων οἰκοδεσποτήσαντας. Κλῆρον μέντοι τύχης τὸν συναγόμενον ἀπὸ τοῦ ἀριθμοῦ πάντοτε καὶ νυκτὸς καὶ ἡμέρας τοῦ τε ἀπὸ ἡλίου ἐπὶ σελήνην, καὶ τὰ ἴσα φέροντος ἀπὸ τοῦ ὡροσκόπου κατὰ τὰ ἑπόμενα τῶν ζῳδίων, ἵνα ὃν ἔχει λόγον καὶ σχηματισμὸν ἥλιος πρὸς τὸν [p. 276] ὡροσκόπον τοῦτον ἔχῃ καὶ σελήνη πρὸς τὸν κλῆρον τῆς τύχης καὶ ὥσπερ σεληνιακὸς ὡροσκόπος. Προκριτέον δὲ καὶ ἐκ τούτων ἡμέρας μὲν πρῶτον τὸν ἥλιον. ἐάνπερ ἐν τοῖς ἀφετικοῖς τόποις: εἰ δὲ μή, ῾̣̣̓ν σελήνην: εἰ δὲ μή, τὸν πλείονας ἔχοντα λόγους οἰκοδεσποτίας πρός τε τὸν ἥλιον καὶ τὴν προγενομένην σύνοδον καὶ πρὸς τὸν ὡροσκόπον, τουτέστιν ὅταν τῶν οἰκοδεσποτικῶν τρόπων ε ὄντων τρεῖς ἔχῃ πρὸς ἕνα καὶ πλείους τῶν εἰρημένων: εἰ δὲ μή, τελευταῖον τὸν ὡροσκόπον. νυκτὸς δὲ πρῶτον τὴν σελήνην, εἶτα τὸν [p. 278] ἥλιον, εἶτα τὸν πλείονας ἔχοντα λόγους οἰκοδεσποτίας πρός τε τὴν σελήνην καὶ πρὸς τὴν προγενομένην πανσέληνον καὶ τὸν κλῆρον τῆς τύχης: εἰ δὲ μή, τελευταῖον, συνοδικῆς μὲν οὔσης τῆς προγενομένης συζυγίας, τὸν ὡροσκόπον, πανσεληνιακῆς δὲ τὸν κλῆρον τῆς τύχης. εἰ δὲ καὶ ἀμφότερα τὰ φῶτα καὶ τῆς οἰκείας αἱρέσεως οἰκοδεσπότης ἐν τοῖς ἀφετικοῖς εἶεν τόποις, τὸν ἐν τῷ κυριωτέρῳ τόπῳ τῶν φωτῶν παραληπτέον: τότε δὲ μόνον τὸν οἰκοδεσπότην ἀμφοτέρων προκριτέον, ὅταν καὶ κυριώτερον ἐπέχῃ τόπον καὶ πρὸς ἀμφοτέρας τὰς αἱρέσεις οἰκοδεσποτίας λόγον ἔχῃ. Τοῦ δὲ ἀφέτου διακριθέντος, ἔτι καὶ τῶν ἀφέσεων δύο τρόπους παραληπτέον, τόν τε εἰς τὰ ἑπόμενα τῶν ζῳδίων μόνον ὑπὸ τὴν καλουμένην ἀκτινοβολίαν, [p. 280] ὅταν ἐν τοῖς ἀπηλιωτικοῖς τόποις, τουτέστι τοῖς ἀπὸ τοῦ μεσουρανήματος ἐπὶ τὸν ὡροσκόπον, ἀφέτης: καὶ τὸν οὐ μόνον εἰς τὰ ἑπόμενα ἀλλὰ καὶ τὸν εἰς τὰ προηγούμενα κατὰ τὴν λεγομένην ὡριμαίαν, ὅταν ἐν τοῖς ἀποκεκλικόσι τοῦ μεσουρανήματος τόποις ἀφέτης. Τούτων δὲ οὕτως ἐχόντων ἀναιρετικαὶ γίνονται μοῖραι κατὰ μὲν τὴν εἰς τὰ προηγούμενα τῶν ζῳδίων ἄφεσιν τοῦ δυτικοῦ ὁρίζοντος μόνη διὰ τὸ ἀφανίζειν τὸν κύριον τῆς ζωῆς: αἱ δὲ τῶν οὕτως ὑπαντώντων μαρτυρούντων ἀστέρων ἀφαιροῦσι μόνον καὶ προστιθέασιν ἔτη τοῖς μέχρι τῆς καταδύσεως τοῦ ἀφέτου συναγομένοις καὶ οὐκ ἀναιροῦσι διὰ τὸ μὴ αὐτοὺς ἐπιφέρεσθαι τῷ ἀφετικῷ τόπῳ ἀλλ̓ ἐκεῖνον τοῖς αὐτῶν: καὶ προστιθέασι μὲν οἱ ἀγαθοποιοί, ἀφαιροῦσι δὲ οἱ κακοποιοί, τοῦ Ἑρμοῦ πάλιν ὁποτέροις ἂν αὐτῶν συσχηματισθῇ προστιθεμένου. δὲ ἀριθμὸς τῆς προσθέσεως ἀφαιρέσεως θεωρεῖται διὰ τῆς καθ̓ ἕκαστον μοιροθεσίας: ὅσοι γὰρ ἂν ὦσιν ὡριαῖοι χρόνοι τῆς ἑκάστου μοίρας, ἡμέρας μὲν οὔσης οἱ [p. 282] τῆς ἡμέρας, νυκτὸς δὲ οἱ τῆς νυκτός, τοσοῦτον πλῆθος ἐτῶν ἔσται τὸ τέλειον, ὅπερ ἐπὶ τῆς ἀνατολῆς αὐτῶν ὄντων λογιστέον, εἶτα κατὰ τὸ ἀνάλογον τῆς ἀποχωρήσεως ὑφαιρετέον, ἕως ἂν πρὸς τὰς δυσμὰς εἰς τὸ μηδὲν καταντήσῃ. Κατὰ δὲ τὴν εἰς τὰ ἑπόμενα τῶν ζῳδίων ἄφεσιν ἀναιροῦσιν οἵ τε τῶν κακοποιῶν τόποι, Κρόνου καὶ Ἄρεως. ἤτοι σωματικῶς ὑπαντώντων ἀκτῖνα ἐπιφερόντων ὁθενδήποτε τετράγωνον διάμετρον, ἐνίοτε δὲ καὶ ἐπὶ τῶν ἀκουόντων βλεπόντων κατ̓ ἰσοδυναμίαν ἑξαγώνων, καὶ αὐτὸς δὲ τῷ ἀφετικῷ τόπῳ τετράγωνος ἀπὸ τῶν ἑπομένων: ἐνίοτε δὲ καὶ ἐπὶ τῶν πολυχρονιούντων δωδεκατημορίων κακωθεὶς ἑξάγωνος, ἐπὶ δὲ τῶν ὀλιγοχρονίων τρίγωνος: σελήνης δὲ ἀφιείσης καὶ τοῦ ἡλίου τόπος. ἰσχύουσι γὰρ αἱ κατὰ τὴν τοιαύτην ἄφεσιν ἀπαντήσεις καὶ ἀναιρεῖν καὶ σῴζειν, ἐπειδὴ αὗται τῷ τοῦ ἀφέτου τόπῳ ἐπιφέρονται. οὐ πάντοτε μέντοι τούτους τοὺς τόπους [p. 284] πάντως ἀναιρεῖν ἡγητέον, ἀλλὰ μόνον ὅταν ὦσι κεκακωμένοι. παραποδίζονται γὰρ ἐάν τε εἰς ἀγαθοποιοῦ ὅριον ἐμπέσωσιν, ἐάν τέ τις τῶν ἀγαθοποιῶν ἀκτῖνα συνεπιφέρῃ τετράγωνον τρίγωνον διάμετρον ἤτοι πρὸς αὐτὴν τὴν ἀναιρετικὴν μοῖραν εἰς τὰ ἑπόμενα αὐτῆς, ἐπὶ μὲν Διὸς μὴ ὑπὲρ τὰς ιβ μοίρας, ἐπὶ δὲ Ἀφροδίτης μὴ ὑπὲρ τὰς η: ἐάν τε σωμάτων ὄντων ἀμφοτέρων τοῦ τε ἀφιέντος καὶ τοῦ ὑπαντῶντος, μὴ ταὐτὸ πλάτος ἀμφοτέρων. ὅταν οὖν δύο καὶ πλείονα ἑκατέρωθεν τά τε βοηθοῦντα καὶ τὰ κατὰ τὸ ἐναντίον ἀναιροῦντα, σκεπτέον τὴν ἐπικράτησιν ὁποτέρου τῶν εἰδῶν, κατά τε τὸ πλῆθος τῶν συλλαμβανομένων αὐτοῖς καὶ κατὰ τὴν δύναμιν: κατὰ μὲν τὸ πλῆθος, ὅταν αἰσθητῶς πλείονα τὰ ἕτερα τῶν ἑτέρων, κατὰ δύναμιν δέ, ὅταν τῶν βοηθούντων ἀναιρούντων ἀστέρων οἱ μὲν ἐν οἰκείοις ὦσι τόποις, οἱ δὲ μή: μάλιστα δ̓ ὅταν οἱ μὲν ὦσιν ἀνατολικοί, οἱ δὲ δυτικοί. καθ̓ ὅλου γὰρ τῶν ὑπὸ τὰς αὐγὰς ὄντων οὐδένα παραληπτέον οὔτε πρὸς ἀναίρεσιν οὔτε πρὸς βοήθειαν, πλὴν εἰ μὴ σελήνης ἀφετίδος οὔσης αὐτὸς τοῦ ἡλίου τόπος ἀνέλῃ, συντετραμμένος [p. 286] μὲν ὑπὸ τοῦ συνόντος κακοποιοῦ, ὑπὸ μηδενὸς δὲ τῶν ἀγαθοποιῶν ἀναλελυμένος. μέντοι τῶν ἐτῶν ἀριθμὸς ὃν ποιοῦσιν οἱ τῶν μεταξὺ διαστάσεων τοῦ τε ἀφετικοῦ τόπου καὶ τοῦ ἀναιροῦντος οὐχ ἁπλῶς οὐδ̓ ὡς ἔτυχεν ὀφείλει λαμβάνεσθαι κατὰ τὰς τῶν πολλῶν παραδόσεις ἐκ τῶν ἀναφορικῶν πάντοτε χρόνων ἑκάστης μοίρας, εἰ μὴ μόνον ὅταν ἤτοι αὐτὸς ἀνατολικὸς ὁρίζων τὴν ἄφεσιν εἰληφὼς τις τῶν κατ̓ αὐτὸν ποιουμένων ἀνατολήν. ἑνὸς γὰρ ἐκ παντὸς τρόπου τῷ φυσικῶς τοῦτο τὸ μέρος ἐπισκεπτομένῳ προκειμένου, [p. 288] σκοπεῖν μετὰ πόσους ἰσημερινοὺς χρόνους τοῦ ἑπομένου σώματος σχήματος τόπος ἐπὶ τὸν τοῦ προηγουμένου κατ̓ αὐτὴν τὴν γένεσιν παραγίνεται, διὰ τὸ τοὺς ἰσημερινοὺς χρόνους ὁμαλῶς διέρχεσθαι καὶ τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινόν, πρὸς οὓς ἀμφοτέρους αἱ τῶν τοπικῶν ἀποστάσεων ὁμοιότητες λαμβάνονται, καὶ ἰσχύειν δὲ ἕκαστον τῶν χρόνων ἐνιαυτὸν ἕνα ἡλιακὸν εἰκότως: ὅταν μὲν ἐπ̓ αὐτοῦ τοῦ ἀνατολικοῦ ὁρίζοντος ἀφετικὸς καὶ προηγούμενος τόπος, τοὺς ἀναφορικοὺς χρόνους τῶν μέχρι τῆς ὑπαντήσεως μοιρῶν προσήκει λαμβάνειν: μετὰ τοσούτους γὰρ ἰσημερινοὺς χρόνους ἀναιρέτης ἐπὶ τὸν τοῦ ἀφέτου τόπον, τουτέστιν ἐπὶ τὸν ἀνατολικὸν ὁρίζοντα, παραγίνεται: ὅταν δὲ ἐπ̓ αὐτοῦ τοῦ μεσημβρινοῦ, τὰς ἐπ̓ ὀρθῆς τῆς σφαίρας ἀναφοράς, ἐν ὅσαις ἕκαστον τμῆμα διέρχεται τὸν μεσημβρινον: ὅταν [p. 290] δὲ ἐπ̓ αὐτοῦ τοῦ δυτικοῦ ὁρίζοντος, ἐν ὅσαις ἑκάστη τῶν τῆς διαστάσεως μοιρῶν καταφέρεται, τουτέστιν ἐν ὅσαις αἱ διαμετροῦσαι ταύτας ἀναφέρονται: τοῦ δὲ προηγουμένου τόπου μηκέτ̓ ὄντος ἐν τοῖς τρισὶ τούτοις ὅροις ἀλλ̓ ἐν ταῖς μεταξὺ διαστάσεσιν, οὐκ ἔτι τῶν προκειμένων ἀναφορῶν καταφορῶν μεσουρανήσεων οἱ χρόνοι τοὺς ἑπομένους τόπους οἴσουσιν ἐπὶ τοὺς αὐτοὺς τοῖς προηγουμένοις, ἀλλὰ διάφοροι. ὅμοιος μὲν γὰρ καὶ αὐτὸς τόπος ἐστὶν τὴν ὁμοίαν καὶ ἐπὶ τὰ αὐτὰ μέρη θέσιν ἔχων ἅμα πρός τε τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινόν. τοῦτο δὲ ἔγγιστα συμβέβηκε τοῖς ἐφ̓ ἑνὸς κειμένοις ἡμικυκλίου τῶν γραφομένων διὰ τῶν τομῶν τοῦ τε μεσημβρινοῦ καὶ τοῦ ὁρίζοντος, ὧν ἕκαστον κατὰ τὴν αὐτὴν θέσιν τὴν ἴσην ἔγγιστα καιρικὴν ὥραν ποιεῖ. ὥσπερ δ̓, ἂν περιάγηται περὶ τὰς εἰρημένας τομάς, ἔρχεται μὲν ἐπὶ τὴν αὐτὴν θέσιν καὶ τῷ ὁρίζοντι καὶ τῷ μεσημβρινῷ, τοὺς δὲ τῆς διελεύσεως τοῦ ζωδιακοῦ χρόνους ἀνίσους ἐφ̓ ἑκάτερον ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ κατὰ τὰς τῶν ἄλλων ἀποστάσεων [p. 292] θέσεις δἰ ἀνίσων ἐκείνοις χρόνων τὰς παρόδους ἀπεργάζεται. μία δέ τις ἡμῖν ἔφοδος ἔστω τοιαύτη, δἰ ἧς, ἐάν τε ἀνατολικὴν ἐάν τε μεσημβρινὴν δυτικήν, ἐάν τε ἄλλην τινὰ ἔχῃ θέσιν προηγούμενος τόπος, τὸ ἀνάλογον τῶν ἐπ̓ αὐτὸν φερόντων χρόνων τὸν ἑπόμενον τόπον ληφθήσεται. προδιαλαβόντες γὰρ τὴν μεσουρανοῦσαν τοῦ ζωδιακοῦ μοῖραν καὶ ἔτι τήν τε προηγουμένην καὶ τὴν ἐπερχομένην, πρῶτον σκεψόμεθα τὴν τῆς προηγουμένης θέσιν, πόσας καιρικὰς ὥρας ἀπέχει τοῦ μεσημβρινοῦ, ἀριθμήσαντες τὰς μεταξὺ αὐτῆς καὶ τῆς μεσουρανούσης οἰκείως ἤτοι ὑπὲρ γῆν ὑπὸ γῆν μοίρας ἐπ̓ ὀρθῆς τῆς σφαίρας ἀναφορὰς καὶ μερίσαντες εἰς τὸ πλῆθος τῶν αὐτῆς τῆς προηγουμένης μοίρας ὡριαίων χρόνων, εἰ μὲν ὑπὲρ [p. 294] γῆν εἴη τῶν ἡμερησίων, εἰ δὲ ὑπὸ γῆν τῶν τῆς νυκτός. ἐπεὶ δὲ τὰ τὰς αὐτὰς καιρικὰς ὥρας ἀπέχοντα τοῦ μεσημβρινοῦ τμήματα τοῦ ζωδιακοῦ καθ̓ ἑνὸς καὶ τοῦ αὐτοῦ γίνεται τῶν προειρημένων ἡμικυκλίων, καὶ δεήσει λαβεῖν μετὰ πόσους ἰσημερινοὺς χρόνους καὶ τὸ ἑπόμενον τμῆμα τὰς ἴσας καιρικὰς ὥρας ἀφέξει τοῦ αὐτοῦ μεσημβρινοῦ τῇ προηγουμένῃ. ταύτας δὲ διειληφότες ἐπισκεψόμεθα πόσους τε κατὰ τὴν ἐξ ἀρχῆς θέσιν ἀπεῖχεν ἰσημερινοὺς χρόνους καὶ ἑπομένη μοῖρα τῆς κατὰ τὸ αὐτὸ μεσουράνημα διὰ τῶν ἐπ̓ ὀρθῆς πάλιν τῆς σφαίρας ἀναφορῶν, καὶ πόσους ὅτε τὰς ἴσας καιρικὰς ὥρας ἐποίει τῇ προηγουμένῃ: πολυπλασιάσαντές τε καὶ ταύτας ἐπὶ τὸ πλῆθος τῶν τῆς ἑπομένης μοίρας ὡριαίων χρόνων, εἰ μὲν πρὸς τὸ ὑπὲρ γῆν εἴη μεσουράνημα πάλιν σύγκρισις τῶν καιρικῶν ὡρῶν, τὸ τῶν ἡμερησίων, εἰ δὲ πρὸς τὸ ὑπὸ γῆν τὸ τῶν τῆς νυκτός, καὶ τοὺς γινομένους ἐκ τῆς ὑπεροχῆς ἀμφοτέρων τῶν διαστάσεων λαβόντες ἕξομεν τὸ τῶν ζητουμένων ἐτῶν πλῆθος. Ἵνα δὲ φανερώτερον γένηται τὸ λεγόμενον, ὑποκείσθω προηγούμενος μὲν τόπος ἀρχὴ τοῦ Κριοῦ λόγου ἕνεκεν, ἑπόμενος δὲ τῆς ἀρχῆς τῶν Διδύμων, κλίμα δὲ ὅπου μὲν μεγίστη ἡμέρα ὡρῶν ἐστι ιδ, τὸ δ̓ ὡριαῖον μέγεθος τῆς ἀρχῆς [p. 296] τῶν Διδύμων ἒγγιστα χρόνων ἰσημερινῶν ιζ, καὶ ἀνατελλέτω πρῶτον ἀρχὴ τοῦ Κριοῦ, ἵνα μεσουρανῇ ἀρχὴ τοῦ Αἰγοκέρωτος, καὶ ἀπεχέτω τοῦ ὑπὲρ γῆν μεσουρανήματος ἀρχὴ τῶν Διδύμων χρόνους ἰσημερινοὺς ρμη. ἐπεὶ οὖν τοῦ Κριοῦ ἀρχὴ ἀπέχει τοῦ μεσημβρινοῦ μεσουρανήματος καιρικὰς ὥρας ἕξ, ταύτας πολλαπλασιάσαντες ἐπὶ τοὺς ιζ χρόνους, οἵπερ εἰσὶ τοῦ ὡριαίου μεγέθους τῆς ἀρχῆς τῶν Διδύμων, ἐπειδήπερ πρὸς τὸ ὑπὲρ γῆν μεσουράνημά ἐστιν τῶν ρμη χρόνων ἀποχή, ἕξομεν καὶ ταύτης τῆς διαστάσεως χρόνους ρβ. μετὰ τοὺς τῆς ὑπεροχῆς ἄρα χρόνους μς ἑπόμενος τόπος ἐπὶ τὸν τοῦ προηγουμένου μεταβήσεται. τοσοῦτοι δ̓ εἰσὶν ἔγγιστα χρόνοι καὶ τῆς ἀναφορᾶς τοῦ τε Κριοῦ καὶ τοῦ Ταύρου, ἐπειδὴ ἀφετικὸς τόπος ὑποκεῖται ὡροσκοπῶν. Μεσουρανείτω δὲ ὁμοίως ἀρχὴ τοῦ Κριοῦ, ἵνα ἀπέχῃ κατὰ τὴν πρώτην θέσιν ἀρχὴ τῶν Διδύμων τοῦ ὑπὲρ γῆν μεσουρανήματος χρόνους ἰσημερινοὺς νή. ἐπειδὴ οὖν κατὰ τὴν δευτέραν θέσιν ὀφείλει μεσουρανεῖν ἀρχὴ τῶν Διδύμων, ἕξομεν τὴν τῶν διαστάσεων ὑπεροχὴν αὐτῶν τῶν νη χρόνων, ἐν [p. 298] ὅσοις πάλιν διὰ τὸ μεσουρανεῖν τὸν ἀφετικὸν τόπον διέρχεται τὸν μεσημβρινὸν τε Κριὸς καὶ Ταῦρος. Δυνέτω δὲ τὸν αὐτὸν τρόπον ἀρχὴ τοῦ Κριοῦ, ἵνα μεσουρανῇ μὲν ἀρχὴ τοῦ Καρκίνου, ἀπέχῃ δὲ τοῦ ὑπερ γῆν μεσουρανήματος ἀρχὴ τῶν Διδύμων εἰς τὰ προηγούμενα χρόνους ἰσημερινοὺς λβ. ἐπεὶ οὖν πάλιν ἓξ ὥρας καιρικὰς ἀπέχει τοῦ μεσημβρινοῦ ἀρχὴ τοῦ Κριοῦ πρὸς δυσμάς, ἐὰν ἑπτακαιδεκάκις ταύτας ποιήσωμεν, ἕξομεν ρβ χρόνους, οὓς ἀφέξει τοῦ μεσημβρινοῦ καὶ ἀρχὴ τῶν Διδύμων ὅταν δύνῃ. ἀπεῖχε δὲ καὶ κατὰ τὴν πρώτην θέσιν ἐπὶ τὰ αὐτὰ χρόνους λβ: ἐν τοῖς τῆς ὑπεροχῆς ἄρα χρόνοις ἑβδομήκοντα ἐπὶ τὸ δύνον ἠνέχθη, ἐν οἷς καὶ καταφέρεται μὲν τε Κριὸς καὶ Ταῦρος, ἀναφέρεται δὲ τὰ διαμετροῦντα δωδεκατημόρια τό τε τῶν Χηλῶν καὶ τὸ τοῦ Σκορπίου. Ὑποκείσθω τοίνυν ἐπὶ μηδενὸς μὲν οὖσα τῶν κέντρων ἀρχὴ τοῦ Κριοῦ, ἀπέχουσα δὲ λόγου ἕνεκεν εἰς τὰ προηγούμενα τῆς μεσημβρίας καιρικὰς ὥρας τρεῖς, ἵνα μεσουρανῇ μὲν τοῦ Ταύρου μοῖρα ὀκτωκαιδεκάτη, ἀπέχῃ δὲ κατὰ τὴν πρώτην θέσιν τῶν Διδύμων ἀρχὴ τοῦ ὑπὲρ γῆν μεσουρανήματος εἰς τὰ ἑπόμενα χρόνους ἰσημερινοὺς δεκατρεῖς. ἐὰν [p. 300] οὖν πάλιν τοὺς ιζ χρόνους ἐπὶ τὰς γ ὥρας πολλαπλασιάσωμεν, ἀφέξει μὲν καὶ κατὰ τὴν δευτέραν θέσιν τῶν Διδύμων ἀρχὴ τῆς μεσημβρίας εἰς τὰ προηγούμενα χρόνους να, τοὺς δὲ πάντας ποιήσει χρόνους ξδ. ἐποίει δὲ διὰ τῆς αὐτῆς ἀγωγῆς, ὅτε μὲν ἀνέτελλεν ἀφετικὸς τόπος, χρόνους μς, ὅτε δὲ ἐμεσουράνει χρόνους νη. ὅτε δὲ ἔδυνε χρόνους ο: διήνεγκε μὲν ἄρα καὶ κατὰ τὴν μεταξὺ θέσιν τῆς τε μεσουρανήσεως καὶ τῆς δύσεως τῶν χρόνων ἀριθμὸς ἑκάστου τῶν ἄλλων. γέγονε γὰρ χρόνων ξδ, διήνεγκε δὲ κατὰ τὸ ἀνάλογον τῆς τῶν γ ὡρῶν ὑπεροχῆς, ἐπειδήπερ αὕτη ἐπὶ μὲν τῶν ἄλλων κατὰ τὰ κέντρα τεταρτημορίων ιβ χρόνων ἦν, ἐπὶ δὲ τῆς τῶν τριῶν ὡρῶν ἀποστάσεως ἓξ χρόνων. ἐπεὶ δὲ καὶ ἐπὶ πάντων αὐτὴ σχεδὸν ἀναλογία συντηρεῖται, δυνατὸν ἔσται καὶ κατὰ τοῦτον τὸν τρόπον ἁπλούστερον τῇ μεθόδῳ χρῆσθαι. πάλιν γὰρ ἀνατελλούσης μὲν τῆς προηγουμένης μοίρας ταῖς μέχρι τῆς ἑπομένης ἀναφοραῖς χρησόμεθα, μεσουρανούσης δὲ ταῖς ἐπ̓ ὀρθῆς τῆς σφαίρας, δυνούσης δὲ ταῖς καταφοραῖς. ὅταν δὲ μεταξὺ τούτων , οἷον λόγου ἕνεκεν ἐπὶ τῆς ἐκκειμένης διαστάσεως τοῦ Κριοῦ, ληψόμεθα πρῶτον τοὺς [p. 302] ἐπιβάλλοντας χρόνους ἑκατέρῳ τῶν περιεχόντων κέντρων, εὑρήσομεν δέ, ἐπειδὴ μετὰ τὸ μεσουράνημα τὸ ὑπὲρ γῆν ὑπέκειτο ἀρχὴ τοῦ Κριοῦ μεταξὺ τοῦ τε μεσουρανοῦντος κέντρου καὶ τοῦ δύνοντος, τοὺς ἐπιβάλλοντας χρόνους μέχρι τῆς ἀρχῆς τῶν Διδύμων, τῶν μὲν συμμεσουρανήσεων νη, τῶν δὲ συγκαταδύσεων ο. ἔπειτα μαθόντες, ὡς προκεῖται, πόσας καιρικὰς ὥρας ἀπέχει τὸ προηγούμενον τμῆμα ὁποτέρου τῶν κέντρων, ὅσον ἂν ὦσι μέρος αὗται τῶν τοῦ τε τεταρτημορίου καιρικῶν ὡρῶν ἕξ, τοσοῦτον μέρος τῆς ἀμφοτέρων τῶν συναγωγῶν ὑπεροχῆς προσθήσομεν ἀφελοῦμεν τῶν συγκρινομένων κέντρων: οἷον ἐπεὶ τῶν προκειμένων ο καὶ νη ὑπεροχή ἐστι χρόνων ιβ, ὑπέκειτο δὲ τὰς ἴσας καιρικὰς ὥρας γ προηγούμενος τόπος ἑκατέρου τῶν κέντρων ἀπέχων, αἵ εἰσι τῶν ἓξ ὡρῶν ἥμισυ μέρος, λαβόντες καὶ τῶν ιβ τὸ ἥμισυ καὶ ἤτοι τοῖς νη προσθέντες τῶν ο ἀφελόντες, εὑρήσομεν τὴν ἐπιβολὴν χρόνων ξδ. εἰ δέ γε δύο καιρικὰς ὥρας ἀπεῖχεν ὁπότερον τῶν κέντρων, αἵ εἰσι τῶν ς ὡρῶν τρίτον μέρος, τὸ τρίτον πάλιν τῶν τῆς ὑπεροχῆς ιβ χρόνων, τουτέστι τοὺς δ, εἰ μὲν τῶν δύο ὡρῶν ἀποχὴ ἀπὸ τοῦ μεσουρανήματος [p. 304] ὑπέκειτο, προσεθήκαμεν ἂν τοῖς νη χρόνοις: εἰ δ̓ ἀπὸ τοῦ δύνοντος, ἀφείλομεν ἂν ἀπὸ τῶν ο. μὲν οὖν τρόπος τῆς τῶν χρονικῶν διαστάσεων ποσότητος οὕτως ἡμῖν κατὰ τὸ ἀκόλουθον ὀφείλει λαμβάνεσθαι. διακρινοῦμεν δὲ λοιπὸν ἐφ̓ ἑκάστης τῶν προειρημένων ὑπαντήσεων καταδύσεων, κατὰ τὴν ἀπὸ τῶν ὀλιγοχρονιωτέρων τάξιν, τάς τε ἀναιρετικὰς καὶ τὰς κλιμακτηρικὰς καὶ τὰς ἄλλως παροδικάς, διά τε τοῦ κεκακῶσθαι τὴν ὑπάντησιν βοηθεῖσθαι κατὰ τὸν προειρημένον ἡμῖν τρόπον, καὶ διὰ τῶν καθ̓ ἕκαστον τῶν διασημαινομένων ἐκ τῆς ὑπαντήσεως χρονικῶν ἐπεμβάσεων. κεκακωμένων τε γὰρ ἅμα τῶν τόπων καὶ τῆς πρὸς τὴν ἐπέμβασιν τῶν ἐτῶν παρόδου τῶν ἀστέρων κακοποιούσης τοὺς κυριωτάτους τόπους, ἄντικρυς θανάτους ὑπονοητέον: τοῦ δ̓ ἑτέρου τούτων φιλανθρωποῦντος κλιμακτῆρας μεγάλους καὶ ἐπισφαλεῖς: ἀμφοτέρων δὲ νωθρίας μόνον βλαβὰς καὶ καθαιρέσεις παροδικάς, τῆς καὶ ἐν τούτοις ἰδιότητος λαμβανομένης ἀπὸ τῆς τῶν ὑπαντικῶν τόπων πρὸς τὰ τῆς γενέσεως πράγματα συνοικειώσεως. οὐδὲν δὲ ἐνίοτε κωλύει, δισταζομένων τῶν τὴν ἀναιρετικὴν κυρίαν λαμβάνειν ὀφειλόντων, τὰς καθ̓ ἕκαστον αὐτῶν ὑπαντήσεις ἐπιλογιζομένους [p. 306] ἤτοι ταῖς μάλιστα πρὸς τὰ ἐκβάντα ἤδη τῶν συμπτωμάτων συμφωνούσαις καὶ πρὸς τὰ μέλλοντα κατακολουθεῖν, πρὸς ἁπάσας ὡς κατ̓ ἰσότητα τῆς δυνάμεως ἰσχυούσας παρατηρητικῶς ἔχειν, τὸ μᾶλλον καὶ ἧττον αὐτῶν κατὰ τὸν αὐτὸν τρόπον ἐπισκεπτομένους.

hide References (39 total)
  • Cross-references to this page (38):
    • Harper's, Peucé
    • Dictionary of Greek and Roman Geography (1854), AXI´ACES
    • Dictionary of Greek and Roman Geography (1854), AXIOPOLIS
    • Dictionary of Greek and Roman Geography (1854), CALLA´TIS
    • Dictionary of Greek and Roman Geography (1854), CIABRUS
    • Dictionary of Greek and Roman Geography (1854), CROBYZI
    • Dictionary of Greek and Roman Geography (1854), DANU´BIUS
    • Dictionary of Greek and Roman Geography (1854), DINOGETIA
    • Dictionary of Greek and Roman Geography (1854), DURO´STORUM
    • Dictionary of Greek and Roman Geography (1854), EUXI´NUS PONTUS
    • Dictionary of Greek and Roman Geography (1854), HARPIS
    • Dictionary of Greek and Roman Geography (1854), HERMONACTIS VICUS
    • Dictionary of Greek and Roman Geography (1854), ISTRO´POLIS
    • Dictionary of Greek and Roman Geography (1854), MESE´MBRIA
    • Dictionary of Greek and Roman Geography (1854), MOE´SIA
    • Dictionary of Greek and Roman Geography (1854), NICO´NIUM
    • Dictionary of Greek and Roman Geography (1854), NOVAE
    • Dictionary of Greek and Roman Geography (1854), NOVIODU´NUM
    • Dictionary of Greek and Roman Geography (1854), OBULENSII
    • Dictionary of Greek and Roman Geography (1854), ODESSUS
    • Dictionary of Greek and Roman Geography (1854), OESCUS
    • Dictionary of Greek and Roman Geography (1854), OETENSII
    • Dictionary of Greek and Roman Geography (1854), PANYSUS
    • Dictionary of Greek and Roman Geography (1854), PEUCE
    • Dictionary of Greek and Roman Geography (1854), PEUCI´NI
    • Dictionary of Greek and Roman Geography (1854), PIARE´NSII
    • Dictionary of Greek and Roman Geography (1854), PRISTA
    • Dictionary of Greek and Roman Geography (1854), REGIA´NUM
    • Dictionary of Greek and Roman Geography (1854), SUCIDAVA
    • Dictionary of Greek and Roman Geography (1854), TIRIZIS
    • Dictionary of Greek and Roman Geography (1854), TOMIS
    • Dictionary of Greek and Roman Geography (1854), TRANSMARISCA
    • Dictionary of Greek and Roman Geography (1854), TRIBALLI
    • Dictionary of Greek and Roman Geography (1854), TRIMA´MMIUM
    • Dictionary of Greek and Roman Geography (1854), TROGLO´
    • Dictionary of Greek and Roman Geography (1854), TROSMIS
    • Dictionary of Greek and Roman Geography (1854), TYRAS
    • Dictionary of Greek and Roman Geography (1854), ZARGIDAVA
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: